τὸν δʼ ἠμείβετʼ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς·Ἀτρεΐδη κύδιστε φιλοκτεανώτατε πάντων,πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί;οὐδέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά·ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται,λαοὺς δʼ οὐκ ἐπέοικε παλίλλογα ταῦτʼ ἐπαγείρειν.ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες· αὐτὰρ Ἀχαιοὶτριπλῇ τετραπλῇ τʼ ἀποτείσομεν, αἴ κέ ποθι Ζεὺςδῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι.τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·μὴ δʼ οὕτως ἀγαθός περ ἐὼν θεοείκελʼ Ἀχιλλεῦκλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις.ἦ ἐθέλεις ὄφρʼ αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμʼ αὔτωςἧσθαι δευόμενον, κέλεαι δέ με τήνδʼ ἀποδοῦναι;ἀλλʼ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶἄρσαντες κατὰ θυμὸν ὅπως ἀντάξιον ἔσται·εἰ δέ κε μὴ δώωσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαιἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας, ἢ Ὀδυσῆοςἄξω ἑλών· ὃ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι.ἀλλʼ ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις,νῦν δʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν,ἐν δʼ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δʼ ἑκατόμβηνθείομεν, ἂν δʼ αὐτὴν Χρυσηΐδα καλλιπάρῃονβήσομεν· εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω,ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεὺςἠὲ σὺ Πηλεΐδη πάντων ἐκπαγλότατʼ ἀνδρῶν,ὄφρʼ ἥμιν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας.τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·ὤ μοι ἀναιδείην ἐπιειμένε κερδαλεόφρονπῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶνἢ ὁδὸν ἐλθέμεναι ἢ ἀνδράσιν ἶφι μάχεσθαι;οὐ γὰρ ἐγὼ Τρώων ἕνεκʼ ἤλυθον αἰχμητάωνδεῦρο μαχησόμενος, ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν·οὐ γὰρ πώποτʼ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους,οὐδέ ποτʼ ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃκαρπὸν ἐδηλήσαντʼ, ἐπεὶ ἦ μάλα πολλὰ μεταξὺοὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα·ἀλλὰ σοὶ ὦ μέγʼ ἀναιδὲς ἅμʼ ἑσπόμεθʼ ὄφρα σὺ χαίρῃς,τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε κυνῶπαπρὸς Τρώων· τῶν οὔ τι μετατρέπῃ οὐδʼ ἀλεγίζεις·