μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆοςοὐλομένην, ἣ μυρίʼ Ἀχαιοῖς ἄλγεʼ ἔθηκε,πολλὰς δʼ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψενἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσινοἰωνοῖσί τε πᾶσι, Διὸς δʼ ἐτελείετο βουλή,ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντεἈτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς.τίς τʼ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι;Λητοῦς καὶ Διὸς υἱός· ὃ γὰρ βασιλῆϊ χολωθεὶςνοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν, ὀλέκοντο δὲ λαοί,οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆραἈτρεΐδης· ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶνλυσόμενός τε θύγατρα φέρων τʼ ἀπερείσιʼ ἄποινα,στέμματʼ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνοςχρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν·Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί,ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματʼ ἔχοντεςἐκπέρσαι Πριάμοιο πόλιν, εὖ δʼ οἴκαδʼ ἱκέσθαι·παῖδα δʼ ἐμοὶ λύσαιτε φίλην, τὰ δʼ ἄποινα δέχεσθαι,ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα.ἔνθʼ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶαἰδεῖσθαί θʼ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·ἀλλʼ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·μή σε γέρον κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείωἢ νῦν δηθύνοντʼ ἢ ὕστερον αὖτις ἰόντα,μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο·τὴν δʼ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισινἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ τηλόθι πάτρηςἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν·ἀλλʼ ἴθι μή μʼ ἐρέθιζε σαώτερος ὥς κε νέηαι.ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων καὶ ἐπείθετο μύθῳ·βῆ δʼ ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης·πολλὰ δʼ ἔπειτʼ ἀπάνευθε κιὼν ἠρᾶθʼ ὁ γεραιὸςἈπόλλωνι ἄνακτι, τὸν ἠΰκομος τέκε Λητώ·κλῦθί μευ ἀργυρότοξʼ, ὃς Χρύσην ἀμφιβέβηκαςΚίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις,Σμινθεῦ εἴ ποτέ τοι χαρίεντʼ ἐπὶ νηὸν ἔρεψα,ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρίʼ ἔκηα